Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἦ μέγα νεικείων· ὁ δὲ χωόμενος φάτο μῦθον
- Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετʼ ἀῧσαι
- κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδʼ ἀεσίφρων,
- ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
- πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ·
- τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
- ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
- σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
- δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
- σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι·
- ἀλλʼ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
- ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.
- ὣς ἄρʼ ἔφη. ὁ δʼ ἄρʼ οὔτι προσέννεπε Πουλυδάμαντα·
- μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
- ἠδʼ ὁπόσας ἔτʼ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
- μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
- ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
- ὑψόθεν ἐσκοπίαζον ἀπʼ ἄστεος αἰπεινοῖο
- δέγμενοι Ἀργείους ἠδʼ Αἰακίδην Ἀχιλῆα.
- τοῖσι δʼ ἄρʼ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,