Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἦ ῥʼ ὁ γέρων· ἀλλʼ οὔτι σαόφρονι Πουλυδάμαντι
- ἥνδανεν εἰσέτι δῆρις, ἐΰφρονα δʼ ἔκφατο μῦθον·
- εἰ μὲν δὴ Μέμνων τοι ἀριφραδέως κατένευσεν
- ἡμέων αἰνὸν ὄλεθρον ἀπωσέμεν, οὔτι μεγαίρω
- μίμνειν ἀνέρα δῖον ἀνὰ πτόλιν· ἀλλʼ ἄρα θυμῷ
- δείδω, μὴ σὺν ἑοῖσι κιὼν ἑτάροισι δαμείη
- κεῖνος ἀνήρ, πολλοῖς δὲ καὶ ἄλλοις πῆμα γένηται
- ἡμετέροις· δεινὸν γὰρ ἐπὶ σθένος ὄρνυτʼ Ἀχαιῶν.
- ἀλλʼ ἄγε, μηδὲ πόληος ἑῆς ἀπὸ τῆλε φυγόντες
- αἴσχεα πολλὰ φέρωμεν ἀναλκείῃ ὑπὸ λυγρῇ
- ἀλλοδαπὴν περόωντες ἐπὶ χθόνα, μηδʼ ἔτι πάτρῃ
- μίμνοντες κτεινώμεθʼ ὑπʼ Ἀργείων ὀρυμαγδοῦ,
- ἀλλʼ ἤδη Δαναοῖσι, καὶ εἰ βραδύ, λώιον εἴη
- εἰσέτι κυδαλίμην Ἑλένην καὶ κτήματʼ ἐκείνης,
- ἠμὲν ὅσα Σπάρτηθεν ἀνήγαγεν ἠδὲ καὶ ἄλλα,
- διττάκι τόσσα φέροντας ὑπὲρ πόλιός τε καὶ αὐτῶν
- ἐκδόμεν, ἕως οὐ κτῆσιν ἀνάρσια φῦλα δέδασται
- ἡμετέρην, οὐδʼ ἄστυ κατήνυκε πῦρ ἀΐδηλον.
- νῦν δʼ ἄγʼ ἐμοὶ πείθεσθε περὶ φρεσίν· οὐ γὰρ ὁΐω
- ἄλλον ἀμείνονα μῆτιν ἐνὶ Τρώεσσι φράσασθαι·