Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλήλοις κοτέοντες· ἔρις δʼ ἴθυνε τάλαντα
  2. ὑσμίνης ἀλεγεινά, τὰ δʼ οὐκ ἔτι ἶσα πέλοντο·
  3. ἀλλʼ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα
  4. Πηλείδης οὔτησε· τὸ δʼ ἀντικρὺ μέλαν ἆορ
  5. ἐξέθορεν· τοῦ δʼ αἶψα λύθη πολύηρατος αἰών·
  6. κάππεσε δʼ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη·
  7. γαῖα δʼ ὑπες μαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι·
  8. τὸν δʼ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες
  9. φεῦγον· ὁ δʼ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.
  10. Ἠὼς δʼ ἐστονάχησε καλυψα μένη νεφέεσσιν·
  11. ἠχλύνθη δʼ ἄρα γαῖα. θοοὶ δʼ ἅμα πάντες ἀῆται
  12. μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ
  13. ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι,
  14. ἦκα δʼ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα,
  15. καί ἑ φέρον πολιοῖο διʼ ἠέρος· ἄχνυτο δέ σφι
  16. θυμὸς ἀδελφειοῖο δεδουπότος· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
  17. ἔστενε. τοῦ δʼ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι
  18. ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται
  19. σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην
  20. εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα,