Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδʼ ὅτε λᾶας
  2. βάλλον ἐπεσσύμενοι περιμήκεας· οὐδέ τις αὐτῶν
  3. χάζετο βαλλομένων, οὐδʼ ἔτρεσαν, ἀλλʼ ἅτε πρῶνες
  4. ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν·
  5. ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο·
  6. τοὔνεκʼ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ
  7. πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ,
  8. αὐτοῖς ἠδʼ ἑτάροισιν ἀταρβέσιν, οἳ μετʼ ἀνάκτων
  9. νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων
  10. αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν
  11. θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλʼ ἄρα πάντων
  12. ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς
  13. αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν
  14. οὐρανὸνς ὡς νεξέεσσιν ἐς αἰγοκερῆα κιόντος
  15. ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης.
  16. τοὺς δʼ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς
  17. τεθνεότας στείβεσκον, ἅτʼ ἄσπετα φύλλα κατʼ ἄλσος
  18. χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην.
  19. οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο
  20. υἱῆες μακάρων ἐρικυδέες, οὐδʼ ἀπέληγον