Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι
  2. πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης·
  3. ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν,
  4. ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος
  5. κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ
  6. ἐξ ὕδατος· φαίης κεν ἔθʼ ἕλκεος οὐλομένοιο
  7. πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν.
  8. ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθʼ. οἱ δʼ ἐπέτοντο
  9. Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται
  10. τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ·
  11. οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος
  12. νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς
  13. ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον
  14. οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι·
  15. τοὔνεχʼ ἕποντʼ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα.
  16. ὡς δʼ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος
  17. ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι
  18. σῶμʼ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι
  19. ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα
  20. κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκʼ ἄγρης·