Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ
  2. ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἱ δέ οἱ ἄγχι
  3. Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι
  4. θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι
  5. Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα
  6. ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ
  7. νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν.
  8. καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις,
  9. εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο
  10. δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν
  11. κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ,
  12. φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες
  13. ἀθάνατοι μέγʼ ἄϋσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη
  14. λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.
  15. ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν
  16. ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν
  17. θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἀλλήλοισι φέροντες·
  18. θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ
  19. μάρνασθʼ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς
  20. Τιτῆνας· σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει,