Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ.
  2. καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος
  3. ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας
  4. κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι
  5. δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δʼ οὐ λῆγε φόνοιο
  6. λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα
  7. αἵματος ἐκχυμένοιο· μέλας δʼ ἐπετέρπετʼ Ὄλεθρος·
  8. στείνετο δὲ κταμένων πεδίον μέγα θʼ ἱππόβοτόν τε,
  9. ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει
  10. Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.
  11. Ἀλλʼ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις
  12. μαρναμένων, ἶσον δὲ μένος τέτατʼ ἀμφοτέποισι,
  13. δὴ τότε τούς γʼ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες,
  14. οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι,
  15. οἱ δʼ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ.
  16. ὑψόθι δʼ οὐρανὸς εὐρὺς ἐπέβραχεν· ἀμφὶ δὲ πόντος
  17. ἴαχε· κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα
  18. ἀμφοτέρων ὑπὸ ποσσί· περιτρομέοντο δὲ πᾶσαι
  19. ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες
  20. ὀβρίμου ἀμφʼ Ἀχιλῆος ἰδʼ ἄσπετα δειμαίνοντο·