Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν·
  2. γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο.
  3. ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης
  4. Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι
  5. δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ.
  6. Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης
  7. καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ
  8. ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ
  9. Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ
  10. βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων
  11. θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι
  12. ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ
  13. σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι·
  14. ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου
  15. Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε·
  16. πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον
  17. Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δʼ ἐφορύνετο γαῖα
  18. ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων
  19. αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν
  20. στείνετο Τρώιον δὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ·