Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα
- ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν
- ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα.
- ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο,
- Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος
- αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε
- ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ
- καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι.
- καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι
- Νηλείδης κατέπεφνεν. ὁ δʼ ἀσχαλόων ἑτάροιο
- Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον·
- ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι
- θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν
- ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης
- αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν,
- πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι
- κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν·
- ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι
- γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.
- ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο