Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς
  2. ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα
  3. νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον· ὡς ὄφελόν μοι
  4. ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος·
  5. νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς
  6. θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα·
  7. τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις.
  8. εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις,
  9. οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι·
  10. νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ,
  11. ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται
  12. θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει
  13. οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες
  14. οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ·
  15. ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν,
  16. οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι
  17. πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει
  18. ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.
  19. ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα
  20. κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν