Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω·
- ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη·
- ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ
- παύσατʼ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα
- ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται
- μείλιχοι· οὐδʼ ἔτι κῦμα κορύσσεται ἀλλʼ ἄγε νῆας
- εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.
- ὣς φάτʼ ἐελδομένοις· οἱ δʼ ἐς πλόον ἐντύνοντο.
- ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη,
- οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο
- ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ· ἀμφὶ δὲ λαοὶ
- θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάϊνα πάντα
- θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι·
- καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ
- νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου.
- καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες
- κτήματα πάντʼ ἐβάλονθʼ, ὁπόσʼ Ἴλιον εἰσανιόντες
- ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες,
- ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα
- γήθεον, οὕνεκʼ ἕσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ