Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθʼ ὕπερθεν.
  2. Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι
  3. ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτὴν
  4. κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ
  5. Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν.
  6. ὃς δʼ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα
  7. ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ
  8. σήματι [*](Zimmermann, for ἱρὰ δώματα of MS.) καὶ νηοῖο καταντίον Ἀτρυτώνης,
  9. δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα
  10. σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.
  11. οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
  12. μέλποντες μακάρων ἱερὸν γένος ἠδʼ Ἀχιλῆα.
  13. αἶψα δὲ δαῖτʼ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες
  14. ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ·
  15. οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις
  16. πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι
  17. θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι.
  18. ἀλλʼ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
  19. δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν·
  20. κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν,