Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν·
  2. αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν. ἀλλʼ οὔ σφισι Κάλχας
  3. ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους
  4. Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς
  5. δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν.
  6. οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν
  7. αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς
  8. Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου,
  9. μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν
  10. αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης
  11. Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι.
  12. ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ
  13. νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς
  14. ἐσσυμένως ἀνάειραν· ἐπίαχε δʼ Ἑλλήσποντος
  15. σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ·
  16. ἀμφὶ δʼ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο
  17. ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης
  18. μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας
  19. καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο
  20. ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες