Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
- εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
- σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
- τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
- λίσσομαι, ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.
- ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
- μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ·
- ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
- λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων.
- ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ·
- ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
- ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμʼ ἄμφω
- δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
- ἀσπασίως δʼ ἀρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε
- σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·
- ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
- ἀλλήλους περὶ πρέμνα, τὰ δʼ οὔποτε ἲς ἀνέμοιο
- σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
- ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
- ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,