Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
  2. ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ
  3. ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς.
  4. κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
  5. ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·
  6. χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
  7. εἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
  8. ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ
  9. ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
  10. αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
  11. ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
  12. πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
  13. τῖε δʼ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·
  14. ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.
  15. ἢν δʼ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·
  16. κεῖνος δʼ οὔποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν,
  17. ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς
  18. πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπʼ αἴθρην
  19. ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
  20. καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται