Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀνέρες, ὥς τε πόληα θεηγενέος Πριάμοιο
  2. πέρσαντες δαίνυντο κακῶν ἀπὸ νόσφι κυδοιμῶν.
  3. ἄλλα δʼ ἄρʼ ἄλλος ἄειδεν, ὅ τι φρεσὶν ᾗσι μενοίνα.
  4. ἀλλʼ ὅτε δαινυμένοισι μέσον περιτέλλετο νυκτός,
  5. δὴ τότε που δόρποιο καὶ ἀκρήτοιο πότοιο
  6. παυσάμενοι πάντες λαθικηδέα κοῖτον ἕλοντο·
  7. χθιζὸν γὰρ καμάτοιο μένος κατεδάμνατο πάντας·
  8. τῷ καὶ παννύχιοι λελιημένοι εἰλαπινάζειν
  9. παύσανθʼ, οὕνεκεν ὕπνος ἄδην ἀέκοντας ἔρυκεν·
  10. ἄλλῃ δʼ ἄλλος ἴαυεν· ὁ δʼ ἐν κλισίῃσιν ἑῇσιν
  11. Ἀτρείδης ὀάριζε μετʼ ἠϋκόμοιο γυναικός·
  12. οὐ γάρ πω κείνοισιν ἐπʼ ὄμμασιν ὕπνος ἔπιπτεν,
  13. ἀλλὰ Κύπρις πεπόνητο περὶ φρένας, ὄφρα παλαιοῦ
  14. λέκτρου ἐπιμνήσωνται, ἄχος δʼ ἀπὸ νόσφι βάλωνται.
  15. πρώτη δʼ αὖθʼ Ἑλένη τοῖον ποτὶ μῦθον ἔειπε·
  16. μή νύ μοι, ὦ Μενέλαε, χόλον ποτιβάλλεο θυμῷ·
  17. οὐ γὰρ ἐγὼν ἐθέλουσα λίπον σέο δῶμα καὶ εὐνήν,
  18. ἀλλά μʼ Ἀλεξάνδροιο βίη καὶ Τρώιοι υἷες
  19. σεῦ ἀπὸ νόσφιν ἐόντος ἀνηρείψαντο κιόντες,
  20. καί μʼ ἄμοτον μεμαυῖαν ὀϊζυρῶς ἀπολέσθαι