Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  2. κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,
  3. ἀλλʼ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι
  4. εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι
  5. ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε νότοιο·
  6. ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ
  7. δερκομένου παράκοιτιν· ἄφαρ δʼ ὅ γε λήσατο πάντων,
  8. ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·
  9. πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων
  10. ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων.
  11. ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας
  12. κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ
  13. ὡρμᾶτʼ ἐσσυμένοιο· δόλῳ δʼ ἄρα θέλγεν Ἀχαιούς.
  14. καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ
  15. μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·
  16. δείδιε γὰρ μή σφιν ἐτώσια πάντα γένηται·
  17. ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε
  18. κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ
  19. ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·
  20. οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας,