Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.
- ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
- μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων
- ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
- Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
- πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
- ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
- σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
- ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·
- τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
- τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ
- τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.
- ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
- εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
- ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
- ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
- εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη,
- ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·
- τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
- ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.