Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης
  2. λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.
  3. ὣς φάθʼ· ὁ δʼ αἶψʼ ἐπίθησε. θεοὶ δʼ ἐρικυδέα Τροίην
  4. κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,
  5. νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.
  6. αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο
  7. περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.
  8. ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια
  9. πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ
  10. Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς
  11. θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν
  12. εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·
  13. οὐδὲ μὲν ἔργον ἀεκιὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς
  14. καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δʼ ἔτρεψεν ὀπωπὰς
  15. νηὸν ἐς ὑψόροφον· περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα,
  16. καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς
  17. λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.
  18. πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα
  19. ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ·
  20. ὦρτο δʼ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δʼ ἀγυιαί·