Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
- νύμφαι καὶ Σιμόεντος· ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
- ἄχνυτο· τοὶ δʼ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
- θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
- δυστήνοις ἐπὶ παισί· κακὴ δʼ ἐπενίσσετο φύζα
- Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
- οὐδέ τις αἰζηῶν οὐδʼ εἰ μένος ἄτρομος ἦεν
- μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
- θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν· ἂν δὲ γυναῖκες
- οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
- αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
- ἔστενʼ ἐπεσσυμένων· πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
- γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
- ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
- Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
- καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
- ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
- πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
- ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
- κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δʼ ἄρʼ Ἀθήνης