Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες
  2. ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
  3. λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν
  4. Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
  5. θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
  6. Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
  7. ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
  8. πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
  9. τῷ δʼ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
  10. δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
  11. δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
  12. ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
  13. σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
  14. Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
  15. λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
  16. ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
  17. ἐς Τροίην· οἱ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
  18. νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
  19. νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δʼ ἐφέροντο
  20. αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·