Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
  2. ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα
  3. φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
  4. Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
  5. παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
  6. τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
  7. χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
  8. πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
  9. ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δʼ ἄτην
  10. ἀνέρος ἀφραδίῃς, μακάρων δʼ ὑπεδείδιε μῆνιν·
  11. ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
  12. πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
  13. ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
  14. δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
  15. μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
  16. μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
  17. ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπʼ ὀλέθρῳ
  18. μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
  19. πῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.
  20. καί ῥʼ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε