Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες
  2. Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ
  3. ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν
  4. πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον,
  5. βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης
  6. κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων,
  7. τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων
  8. δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  9. Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς
  10. ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν
  11. ἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν,
  12. Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων
  13. μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων [*](Zimmermann, for ἑῶν τεκέων of v.) τε καὶ αὐτῶν
  14. προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος
  15. Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης
  16. μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι.
  17. τοὺς δʼ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ
  18. μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν
  19. ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν
  20. τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.