Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο
- μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε
- σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που
- ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
- ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν·
- οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν
- ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός.
- καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν
- Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι
- κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι
- ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ
- κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη
- λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ
- ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα
- ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ
- ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
- εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος.
- καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ
- ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα
- ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο