Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες·
  2. ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς
  3. ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον
  4. ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ,
  5. ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται· [*](Zimmermann, for μηλονόμοι τε καὶ ἄλλʼ ὅσα πάντα φ. of v.)
  6. ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν
  7. Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο
  8. ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ
  9. κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν
  10. ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι,
  11. οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι
  12. τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν·
  13. εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ
  14. δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα
  15. ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα·
  16. μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς
  17. ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων
  18. σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε
  19. Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ
  20. γυἶ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς·