Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται
  2. ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον
  3. αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή,
  4. οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι·
  5. ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν
  6. λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ
  7. Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες
  8. δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος·
  9. ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο
  10. ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι
  11. ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι
  12. θαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ
  13. ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι
  14. οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο
  15. ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν
  16. ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ
  17. ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι
  18. φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος
  19. αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται·
  20. ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν