Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ
  2. ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο,
  3. ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης
  4. λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο
  5. φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο.
  6. υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει
  7. δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων,
  8. Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ
  9. ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.
  10. ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον
  11. ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι,
  12. ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες
  13. ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς
  14. εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν
  15. πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες
  16. ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται
  17. μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης·
  18. ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο
  19. φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς
  20. ἔπγʼ ἀνδρῶν [*](Zimmermann, for μόθων, of Koechly.) μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν