Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.
  2. ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη·
  3. οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς
  4. θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι
  5. θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν,
  6. ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν
  7. ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις,
  8. ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ
  9. ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας·
  10. ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς
  11. ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ
  12. μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ
  13. σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη.
  14. οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον
  15. χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ
  16. αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ,
  17. ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες
  18. δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα·
  19. ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες
  20. μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα