Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου
  2. ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων
  3. Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι.
  4. ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς,
  5. ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι,
  6. φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε
  7. γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται
  8. ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ
  9. παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν
  10. ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου
  11. ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα
  12. ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα·
  13. ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς
  14. κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν
  15. στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ,
  16. οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα,
  17. οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα
  18. Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα·
  19. φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι.
  20. σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.