Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πολλὰ γὰρ ἐν Πριάμοιο πολυχρύσοιο μελάθροις
  2. ἔμπεδον εἴδατα κεῖται, ἅπερ πολέεσσι καὶ ἄλλοις
  3. πολλὸν ἐπὶ χρόνον ἔσσετʼ ἀγειρομένοισιν ἐδωδὴ
  4. ἐς κόρον, εἰ καὶ ἔτʼ ἄλλος ἐελδομένοισιν ἵκηται
  5. τρὶς τόσος ἐνθάδε λαὸς ἀρηγέμεναι μενεαίνων.
  6. ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Ἀγχίσαο·
  7. Πουλυδάμα, πῶς γάρ σε σαόφρονά φασι τετύχθαι,
  8. ὃς κέλεαι ποτὶ δηρὸν ἀνὰ πτόλιν ἄλγεα πάσχειν;
  9. οὐ γὰρ ἀκηδήσουσι πολὺν χρόνον ἐνθάδʼ Ἀχαιοί,
  10. ἀλλʼ ἄρʼ ἐπιβρίσουσιν ἀλευομένους ἐσιδόντες·
  11. υῶιν δʼ ἔσσεται ἄλγος ἀποφθιμένων ἐνὶ πάτρῃ,
  12. ἤν πως ἐνθάδε πουλὺν ἐπὶ χρόνον ἀμφιμάχωνται·
  13. οὐ γάρ τις Θήβηθε μελίφρονα σῖτον ὀπάσσει
  14. ἧμιν, ἐπὴν εἰρχθῶμεν ἀνὰ πτόλιν, οὐδέ τις οἴσει
  15. οἶνον Μαιονίηθεν· ἀνιηρῷ δʼ ὑπὸ λιμῷ
  16. φθισόμεθʼ ἀργαλέως, εἰ καὶ μάλα τεῖχος ἀμύνει.
  17. ἀλλʼ εἰ μὲν θάνατόν τε κακὸν καὶ Κῆρας ἀλύξαι,
  18. μηδʼ ἄρʼ ὀϊζυρῶς θανέειν πολυαχθέι λιμῷ
  19. μέλλομεν, εἰν ἔντεσσι σὺν ἡμετέροις τεκέεσσι
  20. καὶ γεραροῖς πατέρεσσι μαχώμεθα· καί ῥά ποθι Ζεὺς