Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- χραισμήσει· κείνου γὰρ ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ·
- εἰ δέ κεν ἂρ καὶ κείνῳ ἀπεχθόμενοι τελέθωμεν,
- εὐκλειῶς, τάχʼ ὀλέσθαι ἀμυνομένους περὶ πάτρης
- βέλτερον, ἠὲ μένοντας ὀϊζυρῶς ἀπολέσθαι.
- ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἐπίαχον εἰσαΐοντες.
- αἶψα δὲ δὴ κορύθεσσι καὶ ἀσπίσι καὶ δοράτεσσι
- φράχθεν ἐπʼ ἀλλήλους· ἐπὶ δʼ ἀκαμάτου Διὸς ὄσσε
- δέρκετʼ ἀπʼ Οὐλύμποιο κορυσσομένους ἐς Ἄρηα
- Τρῶας ἐπʼ Ἀργείοισιν· ἔγειρε δὲ θυμὸν ἑκάστου,
- ὄφρα μάχην ἀλίαστον ἐπʼ ἀμφοτέροισι τανύσσῃ
- λαοῖς· ἦ γὰρ ἔμελλεν Ἀλέξανδρος θανέεσθαι
- χερσὶ Φιλοκτήταο πονεύμενος ἀμφʼ ἀλόχοιο.
- τοὺς δʼ ἄγεν εἰς ἔνα χῶρον Ἔρις μεδέουσα κυδοιμὸν
- οὔτινι φαινομένη· περὶ γὰρ νέφος ἄμφεχεν ὤμους
- αἱματόεν· φοίτα δὲ μέγαν κλονέουσα κυδοιμὸν
- ἄλλοτε μὲν Τρώων ἐς ὁμήγυριν, ἄλλοτʼ Ἀχαιῶν·
- τὴν δὲ Φόβος καὶ Δεῖμος ἀταρβέες ἀμφεπένοντο
- πατροκασιγνήτην κρατερόφρονα κυδαίνοντες·
- ἡ δὲ μέγʼ ἐξ ὀλίγοιο κορύσσετο μαιμώωσα·
- τεύχεα δʼ ἐξ ἀδάμαντος ἔχεν πεπαλαγμένα λύθρῳ·