Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Τρῶες δʼ αὖτʼ ἔκτοσθεν ἔσαν Πριάμοιο πόληος
  2. πάντες σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδέ ἵπποις
  3. ὠκυτάτοις· καῖον γὰρ ἀποκταμένους ἐνὶ χάρμῃ
  4. δειδιότες, μὴ λαὸς ἐπιβρίσειεν Ἀχαιῶν.
  5. τοὺς δʼ ὡς οἶν ἐσίδοντο ποτὶ πτόλιν ἀΐσσοντας,
  6. ἐσσυμένως κταμένοισι χυτὸν περὶ σῆμα βάλοντο
  7. σπερχόμενοι· δεινὸν γὰρ ὑποτρομέεσκον ἰδόντες
  8. τοῖσι δʼ ἄρʼ ἀχνυμένοισιν ὑπὸ φρεσὶ μῦθον ἔειπε
  9. Πουλυδάμας, ὁ γὰρ ἔσκε λίην πινυτὸς καὶ ἐχέφρων·
  10. ὦ φίλοι, οὐκέτʼ ἀνεκτὸς ἐφʼ ἡμῖν μαίνεται Ἄρης·
  11. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ, ὅπως πολέμοιό τι μῆχος
  12. εὕρωμεν· Δαναοὶ γὰρ ἐπικρατέουσι μένοντες.
  13. νῦν δʼ ἄγε δὴ πύργοισιν ἐϋδμήτοις ἐπιβάντες
  14. μίμνωμεν νύκτας τε καὶ ἤματα δηριόωντες,
  15. εἰσόκε δὴ Δαναοὶ Σπάρτην ἐρίβωλον ἵκωνται,
  16. ἢ αὐτοῦ παρὰ τεῖχος ἀκηδήσωσι μένοντες
  17. ἀκλεὲς ἑζόμενοι· ἐπεὶ οὐ σθένος ἔσσεται αὐτοῖς
  18. ῥῆξαι τείχεα μακρά, καὶ,καὶ εἰ μάλα πολλὰ κάμωσιν·
  19. οὐ γὰρ ἀβληχρὰ θεοῖσι τετεύχαται ἄφθιτα ἔργα.
  20. οὐδέ τί που βρώμης ἐπιδευόμεθʼ οὐδὲ ποτῆτος·