Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος,
  2. ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι
  3. λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ
  4. ἔσσυτʼ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται
  5. χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ·
  6. ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ
  7. ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι
  8. πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν
  9. πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή.
  10. πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν
  11. ἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν
  12. σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι,
  13. ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι
  14. μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ
  15. μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν
  16. υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν·
  17. τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν
  18. κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ,
  19. εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα.
  20. καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων