Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ,
  2. ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς
  3. ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν
  4. μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος·
  5. τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ
  6. ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε
  7. παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντι
  8. αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες
  9. κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ
  10. Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν
  11. ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι
  12. καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.
  13. καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ,
  14. εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε
  15. σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς,
  16. οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθγης
  17. δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε
  18. πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν·
  19. ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν.
  20. ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν