Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν
  2. πάντῃ ἐπεσσύμενοι· μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς
  3. κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι·
  4. τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι
  5. ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.
  6. Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ·
  7. ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων
  8. θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς,
  9. ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι;
  10. τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι
  11. μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τʼ ἐπὶ ἕδνοις
  12. κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι.
  13. ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί,
  14. οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ,
  15. οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν
  16. ἀμθʼ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα.
  17. σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα;
  18. πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα
  19. ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται;
  20. οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν