Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων·
- ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
- εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ
- ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας
- δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
- καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας,
- ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
- σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ·
- οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης
- ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι
- κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
- ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
- Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν;
- ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο
- καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;
- ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων
- λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν·
- αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν
- οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα
- ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν·