Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ
- ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
- ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα
- ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου·
- ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα
- μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
- ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα
- λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα
- χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει
- θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
- τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο·
- ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν·
- δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.
- καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο.
- τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός,
- καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου·
- εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
- σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,
- ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα
- θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ