Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε,
  2. ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν·
  3. καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς
  4. γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς·
  5. τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.
  6. ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος
  7. δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ
  8. Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω
  9. ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι·
  10. οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου
  11. δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν.
  12. Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων
  13. ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι
  14. οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς
  15. ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα
  16. ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια.
  17. Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα·
  18. καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός·
  19. ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν
  20. ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,