Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια
  2. θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα,
  3. ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ
  4. πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα
  5. αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων
  6. ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες.
  7. ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν·
  8. ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον
  9. δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει
  10. κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος
  11. ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο
  12. ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης·
  13. τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα.
  14. ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα
  15. Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει·
  16. νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος·
  17. ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν
  18. ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε
  19. ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο
  20. ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς.