Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον,
  2. ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται·
  3. τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο
  4. Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς,
  5. ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι.
  6. πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν·
  7. ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε
  8. εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων
  9. πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες
  10. σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν·
  11. ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.
  12. Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον ῞Υλλον,
  13. Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον.
  14. Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν
  15. ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον,
  16. τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα
  17. αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ
  18. πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες
  19. ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη
  20. οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω.