Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βήμεναι ἐν τεύχεσσιν ἀρηγέμεναι μεμαυῖαι
  2. ἄστεϊ καὶ λαοῖσιν· ὀρίνετο δέ σφισι θυμός.
  3. ὡς δʼ ὅτʼ ἔσω σίμβλοιο μέγʼ ἰύζωσι μέλισσαι
  4. χείματος οὐκέτʼ ἐόντος, ὅτʼ ἐς νομὸν ἐντύνονται
  5. ἐλθέμεν, οὐδʼ ἄρα τῇσι φίλον πέλει ἔνδοθι μίμνειν,
  6. ἄλλη δʼ αὖθʼ ἑτέρην προκαλίζεται ἐκτὸς ἄγεσθαι·
  7. ὣς ἄρα Τρωιάδες ποτὶ φύλοπιν ἐγκονέουσαι
  8. ἀλλήλας ὤτρυνον· ἀπόπροθι δʼ εἴρια θέντο
  9. καὶ ταλάρους, ἀλεγεινὰ δʼ ἐπʼ ἔντεα χεῖρας ἴαλλον.
  10. καί νύ κεν ἄστεος ἐκτὸς ἅμα σφετέροισιν ὄλοντο
  11. ἀνδράσι καὶ σθεναρῇσιν Ἀμαζόσιν ἐν δαῒ κείνῃ,
  12. εἰ μή σφεας κατέρυξε πύκα φρονέουσα Θεανὼ
  13. ἐσσυμένας πινυτοῖσι παραυδήσασʼ ἐπέεσσι·
  14. τίπτε ποτὶ κλόνον αἰνὸν ἐελδόμεναι πονέεσθαι,
  15. σχέτλιαι, οὔτι πάροιθε πονησάμεναι περὶ χάρμης,
  16. ἀλλʼ ἄρα νηίδες ἔργον ἐπʼ ἄτλητον μεμαυῖαι
  17. ὄρνυσθʼ ἀφραδέως; οὐ γὰρ σθένος ἔσσεται ἶσον
  18. ἡμῖν καὶ Δαναοῖσιν ἐπισταμένοισι μάχεσθαι.
  19. αὐτὰρ Ἀμαζόσι δῆρις ἀμείλιχος ἱππασίαι τε
  20. εὔαδον ἐξ ἀρχῆς καὶ ὅσʼ ἀνέρες ἔργα μέλονται·