Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- φορβὴ δʼ οὐχ ἑτέρη· δί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
- θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
- ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
- ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
- οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
- μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
- ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
- ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
- τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
- ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·
- ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
- καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
- ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
- εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
- εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
- τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
- νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
- ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
- ὣς ἄρʼ ἔθη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
- ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον