Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τοὔνεκʼ ἄρα σφίσι θυμὸς ἀρήιος αἰὲν ὄρωρεν,
- οὐδʼ ἀνδρῶν δεύονται, ἐπεὶ πόνος ἐς μέγα κάρτος
- θυμὸν ἀνηέξησε καὶ ἄτρομα γούνατʼ ἔθηκε.
- τὴν δὲ φάτις καὶ Ἄρηος ἔμεν κρατεροῖο θύγατρα·
- τῷ οἱ θηλυτέρην τινʼ ἐριζέμεν οὔτι ἔοικεν·
- ἠὲ τάχʼ ἀθανάτων τις ἐπήλυθεν εὐχομένοισιν.
- πᾶσι δʼ ἄρʼ ἀνθρώποισιν ὁμὸν γένος, ἀλλʼ ἐπὶ ἔργα
- στρωφῶντʼ ἄλλος ἐπʼ ἄλλα· πέλει δʼ ἄρα κεῖνο φέριστον
- ἔργον, ὅ τι φρεσὶν ᾖσιν ἐπιστάμενος πονέηται·
- τοὔνεκα δηιοτῆτος ἀποσχόμεναι κελαδεινῆς
- ἱστὸν ἐπεντύνεσθε φίλων ἔντοσθε μελάθρων.
- ἁνδράσι δʼ ἡμετέροισι περὶ πτολέμοιο μελήσει.
- ἐλπωρὴ δʼ ἀγαθοῖο τάχʼ ἔσσεται, οὕνεκʼ Ἀχαιοὺς
- δερκόμεθʼ ὀλλυμένους, μέγα δὲ κράτος ὄρνυται ἀνδρῶν
- ἡμετέρων· οὐδʼ ἔστι κακοῦ δέος· οὔτι γὰρ ἄστυ
- δήιοι ἀμφὶς ἔχουσιν ἀνηλέες, οὔτʼ ἀλεγεινὴ
- γίνετʼ ἀναγκαίη καὶ θηλυτέρῃσι μάχεσθαι.
- ὣς φάτο· ταὶ δʼ ἐπίθοντο παλαιοτέρῃ περ ἐούσῃ,
- ὑσμίνην δʼ ἀπάνευθεν ἐσέδρακον, ἡ δʼ ἔτι λαοὺς
- δάμνατο Πενθεσίλεια, περιτρομέοντο δʼ Ἀχαιοί,