Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- σήμερον ἀθανάτων τις, ἵνʼ Ἀργείοισι μάχηται
- ἡμῖν ἦρα φέρουσα Διὸς κρατερόφρονι βουλῇ,
- ὃς τάχα που μέμνηται ἐϋσθενέος Πριάμοιο,
- ὅς ῥά οἱ εὔχεται εἶναι ἀφʼ αἵματος ἀθανάτοιο.
- οὐ γὰρ τήνδε γυναῖκά γʼ ὀΐομαι εἰσοράασθαι
- αὕτως θαρσαλέην τε καὶ ἀγλαὰ τεύχἐ ἔχουσαν,
- ἀλλʼ ἄρʼ Ἀθηναίην ἢ καρτερόθυμον Ἐνυὼ
- ἢ Ἔριδʼ ἢ κλειτὴν Λητωίδα· καί μιν ὀΐω
- σήμερον Ἀργείοισι φόνον στονόεντα βαλέσθαι
- νῆάς τʼ ἐμπρήσειν ὀλοῷ πυρί, τῇσι πάροιθεν
- ἤλυθον ἐς Τροίην νῶιν κακὰ πολλὰ φέροντες,
- ἤλυθον ἄσχετον ἄμμιν ὑπʼ Ἄρεϊ πῆμα φέροντες·
- ἀλλʼ οὐ μὰν παλίνορσοι ἐς Ἑλλάδα νοστήσαντες
- πάτρην εὐφρανέουσιν, ἐπεὶ θεὸς ἄμμιν ἀρήγει.
- ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς,
- νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπεσσύμενον βαρὺ πῆμα
- οἷ αὐτῷ καὶ Τρωσὶ καὶ αὐτῇ Πενθεσιλείῃ.
- οὐ γάρ πώ τι μόθοιο δυσηχέος ἀμφιπέπυστο
- Αἴας ὀβριμόθυμος ἰδὲ πτολίπορθος Ἀχιλλεύς,
- ἀλλʼ ἄμφω περὶ σῆμα Μενοιτιάδαο κέχυντο