Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μνησάμενοι ἑτάροιο· γόος δʼ ἔχεν ἄλλυδις ἄλλον.
  2. τοὺς γὰρ δὴ μακάρων τις ἐρήτυε νόσφι κυδοιμοῦ,
  3. ὄφρʼ ἀλεγεινὸν ὄλεθρον ἀναπλήσωσι δαμέντες
  4. πολλοὶ ὑπὸ Τρώεσσι καὶ ἐσθλῇ Πενθεσιλείῃ,
  5. ἥ σφιν ἐπασσυτέροις κακὰ μήδετο, καί οἱ ἄεξεν
  6. ἀλκὴ ὁμῶς καὶ θάρσος ἐπὶ πλέον, οὐδέ ποτʼ αἰχμὴν
  7. μαψιδίην ἴθυνεν, ἀεὶ δʼ ἢ νῶτα δάϊζε
  8. φευγόντων ἢ στέρνα καταντίον ἀϊσσόντων·
  9. θερμῷ δʼ αἵματι πάμπαν ἐδεύετο, γυῖα δʼ ἐλαφρὰ
  10. ἔπλετʼ ἐπεσσυμένης· κάματος δʼ οὐ δάμνατο θυμὸν
  11. ἄτρομον, ἀλλʼ ἀδάμαντος ἔχεν μένος· εἰσέτι γάρ μιν,
  12. οὔπω ἐπὶ κλόνον αἰνὸν ἐποτρύνουσʼ Ἀχιλῆα, [*](Zimmermann, for MS. οὕνεκα μοῖρα ποτὶ κλεινὸν ὀτρύνουσʼ ἀχιλῆα.)
  13. αἶσα λυγρὴ κύδαινεν, ἀπόπροθι δʼ ἑστηυῖα
  14. χάρμης κυδιάασκεν ὀλέθριον, οὕνεκʼ ἔμελλε
  15. κούρην οὐ μετὰ δηρὸν ὑπʼ Αἰακίδαο χέρεσσι
  16. δάμνασθʼ· ἀμφὶ δέ μιν ζόφος ἔκρυφε· τὴν δʼ ὀρόθυνεν
  17. αἰὲν ἄϊστος ἐοῦσα καὶ ἐς κακὸν ἦγεν ὄλεθρον
  18. ὕστατα κυδαίνουσʼ· ἡ δʼ ἄλλοθεν ἄλλον ἔναιρεν,
  19. ὡς δʼ ὁπόθʼ ἑρσήεντος ἔσω κήποιο θοροῦσα
  20. ποίης ἐλδομένη θυμηδέος εἴαρι πόρτις