Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ
- χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν
- καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο
- Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε
- ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα,
- οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι·
- τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι
- πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα
- αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα·
- ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν
- ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες·
- οἱ δὲ κόνιν βρυγμοῖσι [*](Zimmermann, for λαχμοῖσι of Koechly, and δραχμοῖσι of AMP.) δεδραγμένοι ἀσπαίρεσκον·
- τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν
- ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.
- καί τις ἐνὶ Τρώεσσιν ἀγάσσατο μακρὰ γεγηθώς,
- ὡς ἴδε Πενθεσίλειαν ἀνὰ στρατὸν ἀΐσσουσαν
- λαίλαπι κυανέῃ ἐναλίγκιον, ἥ τʼ ἐνὶ πόντῳ
- μαίνεθʼ, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠελίου ἴς·
- καί ῥʼ ὅ γε μαψιδίῃσιν ἐπʼ ἐλπωρῇσιν ἔειπεν·
- ὦ φίλοι, ὡς ἀναφανδὸν ἀπʼ οὐρανοῦ εἰλήλουθε