Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας
- κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο
- ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν
- εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη·
- τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη
- ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς
- κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων.
- Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας
- δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν·
- ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρες σι
- δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν
- ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν·
- ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα
- λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις.
- Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν
- εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα
- τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν
- φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών.
- Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς
- ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας.