Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης
  2. ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους
  3. ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω
  4. κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ
  5. κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας·
  6. ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι
  7. Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων.
  8. τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον,
  9. ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν
  10. Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην.
  11. τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος,
  12. καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε
  13. οὔτασεν ἐς σύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς
  14. ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον·
  15. κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην,
  16. ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι.
  17. τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ [*](Zimmermann, from P for ἀγαυὸς of v.)
  18. ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων
  19. ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα·
  20. κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον,