Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς φάτο· τοὶ δὲ φαεινὰ περὶ σφίσι τεύχεα θέντες
- νηῶν ἐξεχέοντο μένος καταειμένοι ὤμοις·
- σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες ὠμοβόροισι
- δῆριν ἐς αἱματόεσσαν, ὁμοῦ δʼ ἔχον ἔντεα καλά,
- ἔγχεα καὶ θώρηκας ἐϋσθενέαδ τε βοείας
- καὶ κόρυθας βριαράς, ἕτερος δʼ ἑτέρου χρόα χαλκῷ
- τύπτον ἀπηλεγέως· τὸ δʼ ἐρεύθετο Τρώιον οὖδας.
- Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε
- Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον
- Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον·
- Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον,
- ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ,
- ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται.
- τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη
- Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων·
- αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ
- ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα
- δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα·
- τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα
- οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ