Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐσσυμένως οἴμησεν ἀριστερός· ἀμφὶ δὲ θυμῷ
- τάρβησε Πριάμοιο νόος, φάτο δʼ οὐκέτʼ ἀθρήσειν
- ζωὴν Πενθεσίλειαν ἀπὸ πτολέμοιο κιοῦσαν·
- καὶ τὸ μὲν ὣς ἤμελλον ἐτήτυμον ἤματι κείνῳ
- κῆρες ὑπεκτελέειν· ὁ δʼ ἄρʼ ἄχνυτο θυμὸν ἐαγώς.
- Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο
- Τρῶας ἐπεσσυμένους καὶ Ἀρηίδα Πενθεσίλειαν,
- τοὺς μὲν δὴ θήρεσσιν ἐοικότας, οἵ τʼ ἐν ὄρεσσι
- ποίμνῃς εἰροπόκοισι φόνον στονόεντα φέρουσι,
- τὴν δὲ πυρὸς ῥιπῇ ἐναλίγκιον, ἥ τʼ ἐπὶ θάμνοις
- μαίνεται ἀζαλέοισιν ἐπειγομένου ἀνέμοιο·
- καί τις ἅμʼ ἀγρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπεν·
- τίς δὴ Τρῶας ἔγειρε μεθʼ Ἕκτορα δῃωθέντα,
- οὓς φάμεν οὐκέτι νῶιν ὑπαντιάσειν μεμαῶτας;
- νῦν δʼ ἄφαρ ἀΐσσουσι λιλαιόμενοι μέγα χάρμης.
- καί νύ τις ἐν μέσσοισιν ἐποτρύνει πονέεσθαι·
- φαίης κεν θεὸν ἔμμεν, ἐπεὶ μέγα μήδεται ἔργον.
- ἀλλʼ ἄγε θάρσος ἄατον ἐνὶ στέρνοισι λαβόντες
- ἀλκῆς μνησώμεσθα δαΐφρονος· οὐδὲ γὰρ ἡμεῖς
- νόσφι θεῶν Τρώεσσι μαχησόμεθʼ ἤματι τῷδε.